Tyrtarion - De solis defectu (Archilochi frg. 122 West)

Поделиться
HTML-код
  • Опубликовано: 26 апр 2020
  • www.vivariumnovum.net
    vivariumnovum
    Χρημάτων ἄελπτον οὐδέν ἐστιν οὐδ' ἀπώμοτον
    οὐδὲ θαυμάσιον, ἐπειδὴ Ζεὺς πατὴρ Ὀλυμπίων
    ἐκ μεσαμβρίης ἔθηκε νύκτ', ἀποκρύψας φάος
    ἡλίου λάμποντος, λυγρὸν δ' ἦλθ' ἐπ' ἀνθρώπους δέος.
    Ἐκ δὲ τοῦ καὶ πιστὰ πάντα κἀπίελπτα γίνεται
    ἀνδράσιν· μηδεὶς ἔθ' ὑμέων εἰσορέων θαυμαζέτω
    μηδ' ἐὰν δελφῖσι θῆρες ἀνταμείψωνται νομὸν
    ἐνάλιον, καί σφιν θαλάσσης ἠχέεντα κύματα
    φίλτερ' ἠπείρου γένηται, τοῖσι δ' ὑλέειν ὄρος.

Комментарии •