Ὀκτάηχον Δοξαστικόν ἐσπερίων, Ἁγίου Γερασίμου ὑπὸ Σαρανταεκκλησιώτου

Поделиться
HTML-код
  • Опубликовано: 13 янв 2018
  • Τὸ ὀκτάηχον δοξαστικὸν τῶν ἐσπερίων τοῦ Ἁγίου Γερασίμου, στὰ πλαίσια τοῦ πανηγυρικοῦ ἐσπερινοῦ τοῦ Ἱεροῦ Ναοῦ Ἁγίου Γερασίμου Λωζάννης, Πέμπτη, Ὀκτωβρίου 19, 2017.
    Δόξα. Καὶ νῦν.
    Ἦχος α΄.Εὐχαρίστῳ πνεύματι, χαίροντες ὦ Κεφαλλῆνες συνδράμωμεν, ἀπὸ οἰκείων δωμάτων φερόμενοι.
    Ἦχος πλ. α΄. Ἐπαπολαῦσαι ἐπισπεύσωμεν τοῦ νεοφανοῦς φωστῆρος, Ἐκκλησίας τὰ θαύματα.
    Ἦχος β΄. Τὴν δὲ πάντιμον περικυκλοῦντες θήκην, εὐφροσύνως τῇ χάριτι εὐωχήσωμεν.
    Ἦχος πλ.β΄. Τὸ θεοβράβευτον, καὶ πανσέβαστον σκῆνος θεώμενοι, τῷ δέει κρατούμενοι, εὐσεβοφρόνως τε γεραίροντες, τὸν τοῦ Χριστοῦ ὑπηρέτην, τὸν ὕμνον σπεύσωμεν ἐκβοῆσαι· Ἰδοὺ ὁ πανθαύμαστος Γεράσιμος προτίθεται.
    Ἦχος γ. Ἄρωμεν τοίνυν τὰς χεῖρας, καὶ τοῦτον εὐχαρίστως ὑποδεξώμεθα, ὡς οὐρανόθεν, ἡμῖν πεμφθέντα
    Ἦχος βαρύς. Δι’ αὐτοῦ γὰρ πᾶσιν ἡμῖν πλουσίως εὐεργεσίαι νέμονται, ᾧ προσπελάζειν οὐ παυσόμεθα, κᾄντι ἄξιον γέρας ἀπονέμειν ἀδύνατον·
    Ἦχος δ΄. ζῶντα γὰρ καὶ μετὰ πότμον θησαυρὸν αὐτὸν κεκτήμεθα.
    Ἦχος πλ. δ΄.Διὸ Ὅσιε θεοφόρε, Χριστῷ σὺν Θεοτόκῳ Μαριὰμ ἀχράντῳ Κόρη, πρέσβευε διηνεκῶς περιφρουρῆσαι, καὶ σῷσαι ἀπὸ πάσης προσβολῆς ἐναντίας τὴν νεολαίαν σου, τὴν γὰρ σὴν προστασίαν κεκτήμεθα.
    Ἦχος α΄. Εἰς τοὺς αἰῶνας ἀγλαοφανῶς μακαρίζοντες.
  • ВидеоклипыВидеоклипы

Комментарии •