Προσόμοια για αρχάριους. Α.΄μέρος. Ηχοι α.΄- δ.΄Θανάσης Δασκαλοθανάσης

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024
  • www.byzantino-... www.byzantino-... Κάνε εγγραφή στο κανάλι. Πάτησε εδώ: bit.ly/3maAztz analogion.com/...
    Προσόμοια για αρχάριους. Α.΄μέρος. Ήχοι α.΄- δ.΄ Των ουρανίων ταγμάτων - Ήθελον δάκρυσιν εξαλείψαι . Θανάσης Δασκαλοθανάσης.
    Τῶν ουρανίων ταγμάτων τὸ ἀγαλλίαμα, τῶν ἐπὶ γῆς ἀνθρώπων, κραταιὰ προστασία, ἄχραντε Παρθένε, σῶσον ἡμᾶς, τοὺς εἰς σὲ καταφεύγοντας, ὅτι ἐν σοὶ τὰς ἐλπίδας μετὰ Θεόν, Θεοτόκε ἀνεθέμεθα.
    Πανεύφημοι μάρτυρες ὑμᾶς, οὐχ ἡ γη κατέκρυψεν, ἀλλ’ οὐρανὸς ὑπεδέξατο· ἠνοίγησαν ὑμῖν, Παραδείσου πύλαι, καὶ ἐντὸς γενόμενοι, τοῦ ξύλου τ῅ς ζω῅ς ἀπολαύετε, Χριστῷ πρεσβεύσατε, δωρηθ῅ναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
    Ὢ τοῦ παραδόξου θαύματος! ἡ πηγὴ τῆς ζωῆς, ἐν μνημείῳ τίθεται, καὶ κλῖμαξ πρὸς οὐρανόν, ὁ τάφος γίνεται. Εὐφραίνου Γεθσημανῆ, τῆς Θεοτόκου τὸ ἅγιον τέμενος. Βοήσωμεν οἱ πιστοί, τὸν Γαβριὴλ κεκτημένοι ταξίαρχον, Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τω κόσμῳ διὰ σοῦ τὸ μέγα ἔλεος.
    Οἶκος τοῦ Εὐφραθᾶ, ἡ πόλις ἡ ἁγία, τῶν προφητῶν ἡ δόξα, εὐτρέπισον τὸν οἶκον, ἐν ᾧ τὸ θεῖον τίκτεται.
    Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν, ὁ Ἀριμαθαίας καθεῖλε, τὴν τῶν ἁπάντων ζωήν, σμύρνῃ καὶ σινδόνι σε Χριστὲ ἐκήδευσε, καὶ τῷ πόθῳ ὑπήγετο, καρδίᾳ καὶ χείλη, σῶμα τὸ ἀκήρατον σοῦ περιπτύξασθαι. Ὅμως συστελλόμενος φόβῳ, χαίρων ἀνεκραύγαζε δόξα, τῇ συγκαταβάσει σου φιλάνθρωπε.
    Ποίοις εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν Πέτρον καὶ Παῦλον; τοὺς διῃρημένους τοῖς σώμασι, καὶ ἡνωμένους τ῵ Πνεύματι, τοὺς θεοκηρύκων πρωτοστάτας, τὸν μέν, ὡς τῶν Ἀποστόλων προεξάρχοντα, τὸν δέ, ὡς ὑπὲρ τοὺς ἄλλους κοπιάσαντα· τούτους γὰρ ὄντως ἀξίως, ἀθανάτου δόξης, διαδήμασι στεφανοῖ, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἔχων τὸ μέγα ἔλεος.
    Ὡς γενναῖον ἐν μάρτυσιν, ἀθλοφόρε Γεώργιε, συνελθόντες σήμερον εὐφημοῦμέν σε, ὅτι τὸν δρόμον τετέλεκας, τὴν πίστιν τετήρηκας, καὶ ἐδέξω ἐκ Θεοῦ, τὸν τῆς νίκης σου στέφανον, ὅν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
    Ἔδωκας σημείωσιν τοῖς φοβουμένοις σε Κύριε, τὸν σταυρόν σου τὸν τίμιον, ἐν ᾧ ἐθριάμβευσας τὰς ἀρχὰς τοῦ σκότους καὶ τὰς ἐξουσίας καὶ ἐπανήγαγες ἡμ᾵ς εἰς τὴν ἀρχαίαν μακαριότητα, διό σου τὴν φιλάνθρωπον οἰκονομίαν δοξάζομεν Ἰησοῦ παντοδύναμε, ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.
    Ὁ ἐξ ὑψίστου κληθείς, οὐκ ἀπ’ ἀνθρώπων, ὅτε τὸ ἐπίγειον σκότος ἠμαύρωσε, τοὺς ὀφθαλμοὺς σοῦ τοῦ σώματος, τῆς ἀσεβείας, δημοσιεῦον τὴν σκυθρωπότητα, τότε τὸ οὐράνιον, φῶς περιήστραψε, σῆς διανοίας τὰ ὄμματα, τῆς εὐσεβείας ἀνακαλύπτον τὴν ὡραιότητα· ὅθεν ἐπέγνως τὸν ἐξάγοντα, φῶς ἐκ σκότους Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
    Ήθελον δάκρυσιν εξαλείψαι, τών εμών πταισμάτων Κύριε, τό χειρόγραφον, καί τό υπόλοιπον τής ζωής μου, διά μετανοίας ευαρεστήσαί σοι, αλλ' ο εχθρός απατά με, καί πολεμεί τήν ψυχήν μου, Κύριε, πρίν εις τέλος απόλωμαι, σώσόν με.

Комментарии • 29