Καθίσματα Κυριακής της Πεντηκοστής - Θρασύβουλος Στανίτσας
HTML-код
- Опубликовано: 20 окт 2024
- Ακολουθήστε μας και στο Facebook:
/ vizantinimousiki
Καθίσματα Κυριακής της Πεντηκοστής
Ψάλλει ο Άρχων Πρωτοψάλτης Θρασύβουλος Στανίτσας σε ζωντανή ηχογράφηση από τον Ιερό Ναό Αγίου Δημητρίου Αμπελοκήπων Αθηνών στις 06/06/1971
Κάθισμα Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ
Τὴν μεθέορτον πιστοί, καὶ τελευταίαν ἑορτήν, ἑορτάσωμεν φαιδρῶς· αὕτη ἐστὶ Πεντηκοστή, ἐπαγγελίας συμπλήρωσις, καὶ προθεσμίας· ἐν ταύτῃ γὰρ τὸ πῦρ, τοῦ Παρακλήτου εὐθύς, κατέβη ἐπὶ γῆς, ὥσπερ ἐν εἴδει γλωσσῶν, καὶ Μαθητὰς ἐφώτισε, καὶ τούτους οὐρανομύστας ἀνέδειξε. Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τόν κόσμον, ἐφώτισε. (Δίς)
Κάθισμα ὅμοιον
Ἡ τοῦ Πνεύματος πηγή, ἐπιδημοῦσα τοῖς ἐν γῇ, εἰς πυρφόρους ποταμούς, μεριζομένη νοητῶς, τοὺς Ἀποστόλους ἐδρόσιζε φωταγωγοῦσα, καὶ γέγονεν αὐτοῖς, νέφος δροσῶδες τὸ πῦρ, φωτίζουσα αὐτούς, καὶ ὑετίζουσα φλόξ, δι' ὧν ἡμεῖς ἐλάβομεν τὴν χάριν, διὰ πυρός τε καὶ ὕδατος. Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τόν κόσμον ἐφώτισε. (Δίς)
Κάθισμα Ἦχος πλ. δ'
Τὸ προσταχθὲν μυστικῶς
Μετὰ τὴν Ἔγερσιν Χριστέ, τὴν ἐκ τοῦ τάφου, καὶ τὴν πρὸς ὕψος οὐρανοῦ, θείαν Ἀνάληψιν, τοῖς θεόπταις τὴν δόξαν σου κατέπεμψας οἰκτίρμον· Πνεῦμα εὐθὲς ἐγκαινίσας τοῖς Μαθηταῖς· ὅθεν, ὥσπερ κιθάρα μουσουργική, πᾶσιν ἐτρανολόγησαν, τῷ θείῳ πλήκτρῳ μυστικῶς, Σῶτερ, τὰ ἀπηχήματα, καὶ τὴν οἰκονομίαν σου. (Δίς)
ΥΠΕΡΟΧΟΣ!
Απλούστερα δεν γίνεται. Αιωνία η μνήμη σου ΑΡΧΟΝΤΑ. 👑
τελειο
ΤΕΛΕΙΟ!
ΠΑΡΑ ΠΟΛΥ ΩΡΑΙΟ!
Τὴν μεθέορτον πιστοί, καὶ τελευταίαν ἑορτήν, ἣν ἑορτάσωμεν φαιδρῶς, αὕτη ἐστὶ Πεντηκοστή, ἐπαγγελίας συμπλήρωσις, καὶ προθεσμίας, ἐν ταύτῃ γὰρ τὸ πῦρ, τοῦ Παρακλήτου εὐθύς, κατέβη ἐπὶ γῆς, ὥσπερ ἐν εἴδει γλωσσῶν, καὶ Μαθητὰς ἐφώτισε, καὶ τούτους οὐρανομύστας ἀνέδειξε. Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τόν κόσμον, ἐφώτισε.
Κάθισμα ὅμοιον
Ἡ τοῦ Πνεύματος πηγή, ἐπιδημοῦσα τοῖς ἐν γῇ, εἰς πυρφόρους ποταμούς, μεριζομένη νοητῶς, τοὺς Ἀποστόλους ἐδρόσιζε φωταγωγοῦσα, καὶ γέγονεν αὐτοῖς, νέφος δροσῶδες τὸ πῦρ, φωτίζουσα αὐτούς, καὶ ὑετίζουσα φλόξ, δι’ ὧν ἡμεῖς ἐλάβομεν τὴν χάριν, διὰ πυρός τε καὶ ὕδατος. Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τόν κόσμον ἐφώτισε.