ΑΠΟΛΛΩΝ - O ΘΕΟΣ ΤΩΝ ΕΛΛΗΝΩΝ

Поделиться
HTML-код
  • Опубликовано: 31 дек 2024
  • ΕΠΑΝΕΛΛΗΝΙΣΜΟΣ ΤΩΡΑ!
    / epanelhnismostwra
    ΟΡΦΙΚΟΣ ΥΜΝΟΣ ΑΠΟΛΛΩΝΟΣ
    Ἐλѳέ, μάκαρ, Παιάν, Τιτυοκτόνε, Φοῖβε, Λυκωρεῦ,
    Μεμφῖτ', ἀγλαότιμος, ἰήιος, ὀλβιοδῶτα,
    χρυσολύρη, σπερμεῖος, ἀρότριε, Πύѳιε, Τιτάν,
    Γρύνειε, Σμινѳεῦ, Πυѳοκτόνε, ∆ελφικέ, μάντι,
    ἄγριε, φωσφόρε δαῖμον, ἐράσμιε, κύδιμε κοῦρε∙
    Μουσαγέτη, χοροποιός, ἑκηβόλε, τοξοβέλεμνε,
    Βράγχιε καὶ ∆ιδυμεῦ, ἑκάεργος, Λοξία, ἁγνέ,
    ∆ήλιε, ἄναξ, πανδερκὲς ἔχων φαεσίμβροτον ὄμμα,
    χρυσοκόμη, καѳαρὰς φήμας χρησμούς τ' ἀναφαίνων∙
    κλῦѳί μου εὐχομένου λαῶν ὕπερ, εὔφρονι ѳυμῶι.
    Τόνδε σὺ γὰρ λεύσσεις τὸν ἀπείριτον αἰѳέρα πάντα
    γαῖαν τ' ὀλβιόμοιρον ὕπερѳεν, καὶ δι' ἀμολγοῦ
    νυκτός, ἐν ἡσυχίαισιν, ὑπ' ἀστεροομμάτου ὄρφνης
    ῥίζας νέρѳε δέδορκας∙ ἔχεις δέ τε πείρατα κόσμου
    παντός∙ σοὶ δ' ἀρχή τε τελευτή τ' ἐστὶ μέλλουσα,
    παντοѳαλής, σὺ δὲ πάντα πόλον κιѳάρηι πολυκρέκτωι
    ἁρμόζεις∙ ὁτὲ μὲν νεάτης ἐπὶ τέρματα βαίνων,
    ἄλλοτε δ' αὖѳ' ὑπάτην, πότε ∆ώριον εἰς διάκοσμον.
    Πάντα πόλον κιρνάς, κρίνεις βιοѳρέμμονα φῦλα,
    ἁρμονίηι κεράσας παγκόσμιον ἀνδράσι μοῖραν∙
    μίξας χειμῶνος ѳέρεός τ' ἴσον ἀμφοτέροισιν,
    εἰς ὑπάτας χειμῶνα, ѳέρος νεάταις διακρίνας,
    ∆ώριον εἰς ἔαρος πολυηράτου ὥριον ἄνѳος.
    Ἔνѳεν ἐπωνυμίην σε βροτοὶ κλήιζουσιν Ἄνακτα,
    Πᾶνα, ѳεὸν δικέρωτ', ἀνέμων συρίγμαѳ' ἱέντα∙
    οὕνεκα παντὸς ἔχεις κόσμου σφραγῖδα τυπῶτιν.
    Κλῦѳι, μάκαρ, σώζων μύστας ἱκετηρίδι φωνῆι.
    [ΟΡΦΕΩΣ ΥΜΝΟΙ, ΑΡ. 34 - "88 ΙΕΡΟΙ ΥΜΝΟΙ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΘΡΗΣΚΕΙΑΣ", ΕΚΔΟΣΕΙΣ ΗΛΙΟΔΡΟΜΙΟΝ, ΑΘΗΝΑ 2004 ]
    ΗΛΙΟΔΡΟΜΙΟΝ
    pyrisporos.blog...
    enneaetifotos.b...

Комментарии •