ΘΕΟΜΗΤΟΡΟΣ - ΔΕΥΤΕΡΑ 25/11/2024, ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΡΘΡΟΥ κ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ
HTML-код
- Опубликовано: 27 ноя 2024
- † Ἀπόδοσις τῶν Εἰσοδίων, Αἰκατερίνης τῆς μεγαλομάρτυρος (†313)· Μερκουρίου μεγαλομάρτυρος.
Απολυτίκια
Ἦχος δ’.
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις ἐν Ναῷ τοῦ Θεοῦ, τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν, Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τὴν πανεύφημον νύμφην Χριστοῦ ὑμνήσωμεν, Αἰκατερίναν τὴν θείαν καὶ πολιοῦχον Σινᾶ, τὴν βοήθειαν ἡμῶν καὶ ἀντίληψιν· ὅτι ἐφίμωσε λαμπρῶς, τοὺς κομψοὺς τῶν ἀσεβῶν, τοῦ Πνεύματος τῇ δυνάμει, καὶ νῦν ὡς Μάρτυς στεφθεῖσα, αἰτεῖται πᾶσι τὸ μέγα ἔλεος.
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Οὐράνιον Ἄγγελον, χειραγωγὸν ἀσφαλῆ, πρὸς δόξαν ἀρίδηλον, ὡς τοῦ φωτὸς κοινωνός, Μερκούριε ἔσχηκας· ὅθεν τῷ ἀθανάτῳ, Βασιλεῖ πειθαρχήσας, ἤθλησας ὑπὲρ φύσιν, ὡς γενναῖος ὁπλίτης· διὸ τοὺς σοὶ προσιόντας, μάκαρ περίσωζε.