Των Αγίων αυταδέλφων Μηνοδώρας, Μητροδώρας και Νυμφοδώρας. Απολυτίκια κοντάκιο μεγαλυνάριο.

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • Απολυτίκια κοντάκιο μεγαλυνάριο, των Αγίων αυταδέλφων Παρθενομαρτύρων Μηνοδώρας, Μητροδώρας και Νυμφοδώρας.
    Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
    Εορτάζουν στις 10 Σεπτεμβρίου.
    Ἀπολυτίκιον.
    Ἦχος α’. Τοὺς τρεῖς μεγίστους φωστῆρας.
    Τᾶς τρεῖς ενδόξους Παρθένους καὶ Ἀθληφόρους θεόφρονας, τᾶς συνδεδεμένας ἐνθέως, ἀδελφικὴ οἰκειότητι, τᾶς καλλιρρόους πηγάς τῆς εὐσεβείας, τᾶς ἀναβλυζούσας, μαρτυρικῶν ἀγώνων χάριν ἀέναον, τὴν θείαν Μηνοδώραν, καὶ τὴν Μητροδώραν τὴν ἔνδοξον, σὺν τὴ κλυτὴ Νυμφοδώρα, τὴ ἐν πάσι καρτερόφρονι, πάντες οἱ τρυφῶντες τῶν ἄθλων αὐτῶν, συνδραμόντες ὕμνοις τιμήσωμεν αὑταὶ γὰρ τὴ Τριάδι, ὑπὲρ ἠμῶν ἀεὶ πρεσβεύουσι.
    Έτερον Ἀπολυτίκιον.
    Ἦχος πλ.α'. Τον συνάναρχον Λόγον.
    Τὸν τρισάριθμον σύλλογον καὶ θεόπλοκον τῶν αὐταδέλφων Παρθένων στέψωμεν θείαις ᾠδαῖς· ἀνδρικῶς γὰρ τὸν ἐχθρὸν κατετροπώσαντο· ὅθεν προΐστανται ἡμῶν τῶν βοώντων ἐκτενῶς· χαῖρε, σεμνὴ Μηνοδώρα, σὺν Μητροδώρα τῇ θείᾳ καὶ Νυμφοδώρα τῇ θεόφρονι.
    Κοντάκιον.
    Ἦχος δ’. Ὁ ὑψωθείς εν τω Σταυρώ.
    Ὑπὲρ Τριάδος καρτερῶς ἐναθλούσαι, τὸν πολυμήχανον ἐχθρὸν ἐτροπώσασθε, ἀδελφικῶς τῷ πνεύματι συνδούμεναι, ὅθεν εἰσωκίσθητε, σὺν ταὶς πέντε Παρθένοις, είς τὸν ἐπουράνιον, Ἀθληφόροι νυμφῶνα, καὶ σὺν Ἀγγέλοις τῷ Παμβασιλεῖ, ἐν εὐφροσύνῃ ἀπαύστως παρίστασθε.
    Μεγαλυνάριον. 'Ηχος πλ.δ'.
    Χαίροις Μηνοδώρα θεοειδής· χαίροις Μητροδώρα, ἀπερίτρεπτε ἐν ποιναῖς· χαίροις Νυμφοδώρα, ἡ τοῦ Σωτῆρος νύμφη, Τριάδος τῆς ἁγίας, κόραι ἰσάριθμαι.
    Τα απολυτίκια και το μεγαλυνάριο εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.

Комментарии •