Της Αγίας Μεγαλομάρτυρος Ευφημίας. Απολυτίκιο κοντάκιο μεγαλυνάριο.

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • Απολυτίκιο κοντάκιο μεγαλυνάριο, της Αγίας Μεγαλομάρτυρος Ευφημίας της Πανευφήμου.
    Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
    Εορτάζει στις 16 Σεπτεμβρίου.
    Ἀπολυτίκιον. Ἦχος γ’. Τὴν ὡραιότητα.
    Τῷ θείῳ ἔρωτι, λαμπρῶς ἀθλήσασα, εἰς oσμὴν ἔδραμες, Χριστοῦ πανεύφημε, οἶα νεᾶνις παγκαλής, καὶ Μάρτυς πεποικιλμένη· ὅθεν εἰσελήλυθας, εἰς παστάδα οὐράνιον, κόσμῳ διανέμουσα, ἰαμάτων χαρίσματα, καὶ σώζουσα τοὺς σοὶ ἐκβοῶντας· χαίροις θεόφρον Εὐφημία.
    Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
    Ἐν τῇ ἀθλήσει σου καλῶς ἠγωνίσω, καὶ μετὰ θάνατον ἡμᾶς ἁγιάζεις, ταῖς τῶν αἱμάτων βλύσεσι Πανεύφημε· ὅθεν σου τὴν κοίμησιν, τὴν ἁγίαν τιμῶμεν, πίστει παριστάμενοι, τῷ σεπτῷ σου λειψάνῳ, ἵνα ῥυσθῶμεν νόσων ψυχικῶν, καὶ τῶν θαυμάτων τὴν χάριν ἀντλήσωμεν.
    Μεγαλυνάριον.
    Εὔφημόν σοι αἶνον καὶ ἱερόν, πανεύφημε Μάρτυς, ἀναμέλπομεν εὐπρεπῶς· σὺ γὰρ Εὐφημία, ἐμπρέψασα εὐφήμως, τῷ Λόγῳ ἐδοξάσθης, ὡς καλλιπάρθενος.
    Το απολυτίκιο και το μεγαλυνάριο εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.

Комментарии • 1