Μεγαλυνάρια και Απολυτίκια Αγίων Ραφαήλ Νικολάου και Ειρήνης | Δημήτριος Παπαγιαννόπουλος

Поделиться
HTML-код
  • Опубликовано: 8 фев 2018
  • Τὸ Ἄξιόν ἐστιν καὶ τὰ Μεγαλυνάρια του Παρακλητικού Κανόνος των Αγίων ΡΑΦΑΗΛ ΝΙΚΟΛΑΟΥ και ΕΙΡΗΝΗΣ..!!
    Ψάλλει ο Δημήτριος Παπαγιαννόπουλος.
    Πατήστε ''ΕΓΓΡΑΦΗ'' στο κανάλι για να λαμβάνεται και άλλα Εκκλησιαστικά ακούσματα.
    Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
    Χαίροις τῆς Ἰθάκης θεῖος βλαστός, Ραφαήλ τρισμάκαρ, καί τῆς Λέσβου ὁ ἀρωγός· χαίροις Διακόνων, Νικόλαε λαμπρότης· χαῖρε σεμνή Εἰρήνη, Χριστοῦ ὀσφράδιον.
    Πάλαι ἐναθλήσαντες καρτερῶς, καί ἄρτι γνωσθέντες, ἐν τῇ Λέσβῳ περιφανῶς, λάμπετε ἐν κόσμῳ, θαυμάτων ἐνεργείαις, εἰς δόξαν τοῦ Κυρίου, ἅγιοι μάρτυρες.
    Δόξῃ λαμπρυνόμενοι θεϊκῇ, ὁράσεσι πλείσταις, ἐκκαλύπτετε τοῖς
    πιστοῖς, ἀγνώστων πραγμάτων, σαφέστατα τήν γνῶσιν, ὡς θεῖοι τοῦ Σωτῆρος, ὁσιομάρτυρες.
    Χαίρετε τῆς Λέσβου κλέος καινόν, Θερμῆς πολιοῦχοι, καί τοῦ λόφου τῶν Καρυῶν, Ραφαήλ παμμάκαρ, ὁμοῦ σύν Νικολάῳ, καί τῇ σεμνῇ Εἰρήνῃ, πυρσοί θεόφωτοι.
    Χαίρει κεκτημένη ὡς θησαυρούς, πλουτίζοντας πάντας, ἰαμάτων ταῖς δωρεαῖς, Ραφαήλ θεόφρον, σύν θείῳ Νικολάῳ, ἡ Λέσβος τά πανέντιμα ὑμῶν λείψανα.
    Πάντας τούς προστρέχοντας εὐλαβῶς, ὑμῶν τῇ πρεσβείᾳ, πάσης
    ρύσασθε συμφορᾶς, Ραφαήλ Εἰρήνη, ὁμοῦ σύν Νικολάῳ, τήν τῶν
    πταισμάτων λύσιν, ἡμῖν αἰτούμενοι.
    Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ
    δωδεκάς, οἱ ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.
    Τρισάγιον.
    Ἀμήν. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (γ΄).
    Δόξα... Καὶ νῦν...
    Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του ὀνόματός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
    Δόξα Πατρὶ... Καὶ νῦν...
    Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω
    τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς
    πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
    Ἀπολυτίκια
    Ἦχος δ´. Ταχύ προκατάλαβε
    Ἐν Λέσβῳ ἀθλήσαντες ὑπέρ Χριστοῦ τοῦ Θεοῦ, αὐτήν ἡγιάσατε τῇ τῶν λειψάνων ὑμῶν εὑρέσει, μακάριοι. Ὅθεν ὑμᾶς τιμῶμεν, Ραφαήλ θεοφόρε, ἅμα σύν Νικολάῳ καί παρθένῳ Εἰρήνῃ, ὡς θείους ἡμῶν προστάτας καί πρέσβεις πρός Κύριον.
    Ἦχος γ΄. Τήν ὡραιότητα
    Λυχνία τρίφωτος Χριστοῦ ἐδείχθητε, ἅγιοι Μάρτυρες, Λέσβου τό
    καύχημα, τήν Ἐκκλησίαν ταῖς αὐγαῖς φαιδρύνοντες τῶν θαυμάτων, Ραφαήλ παμμέγιστε, ἱερέων εὐπρέπεια, ἔνδοξε Νικόλαε, διακονίας κειμήλιον, καί ρόδον παρθενίας Εἰρήνη· ὅθεν ὑμᾶς ἀνευφημοῦμεν.
    Ἦχος γ´. Μέγαν εὕρατο
    Κρίνον εὔοσμον τοῦ Παρακλήτου, κλέος ἔνθεον Θερμῆς τῆς Λέσβου ἀναδέδειξαι, Εἰρήνη καλλιπάρθενε, δύο καί δέκα ἐτῶν ἐμαρτύρησας καί ἐπ᾿ ἐσχάτων τῷ κόσμῳ ἐξέλαμψας, νύμφη πάναγνε, λιταῖς σου θείαις εἰρήνευσον τούς πόθῳ μεγαλύνοντας τούς ἄθλους σου.
  • ВидеоклипыВидеоклипы

Комментарии •